Παρασκευή, Μαρτίου 06, 2009

Οι Χαιρετισμοί της Θεοτόκου

Σήμερα στις 7:30 το απόγευμα θα σημάνουν οι καμπάνες των Εκκλησίων για την Ακολουθία των Χαιρετισμών της Θεότοκου.

Δημοσιεύουμε σήμερα στην πρώτη στάση των Χαιρετισμών.



Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη. Ἰωσήφ.

Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς


Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα (δίς).

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.


Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι· Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι' ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

Δόξα...

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Καὶ νῦν

Ἁγνείας θησαύρισμα, χαῖρε δι' ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδὴ γ' Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον (δίς).

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

Δόξα...

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

Καὶ νῦν...

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.


ᾨδὴ δ' Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.



Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.


Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.



Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.


Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Δόξα...

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄρρητον, ἀπειρόγαμε, δι' ἧς ἡμεῖς ἐθεώθημεν.

Καὶ νῦν...

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν· Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

ᾨδὴ ε' Ὁ Εἱρμὸς


Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.


Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁδὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.


Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

Δόξα...

Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Καὶ νῦν...

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν, θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.


ᾨδὴ ς' Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες (δίς).

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Δόξα...

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Καὶ νῦν...

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.


ᾨδὴ ζ' Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι' ἧς χαρὰς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Δόξα...

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τους δούλους σου, καταγράψαι Θεοτόκε.

Καὶ νῦν...

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζόμενους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.


ᾨδὴ η' Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα...

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Καὶ νῦν...

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι' ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ' Ὁ Εἱρμὸς

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Δόξα...

Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Καὶ νῦν...

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.

Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.


ΣΤΑΣΙΣ Α'

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε (γ') καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι' ἦς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τὴ ψυχὴ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.

Ἀλληλούϊα.



Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοί. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ' ἦς κατέβη ὁ Θεός,

χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Ν ὕμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.

Ἀλληλούϊα.



Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.

Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...