Κυριακή, Μαρτίου 14, 2010

Τα Βυζαντινά Σερβια όπως αναφέρονται στη Σύνοψις Ιστοριών του Ιωάννη Σκυλίτζη(11ος αι.)

[Bas2+Const8.26]   Τῷ δὲ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ὀγδόῳ ἔτει, τῆς τρισκαιδε-
κάτης ἰνδικτιῶνος, δύναμιν βαρεῖαν ἐκπέμψας ὁ βασιλεὺς κατὰ τῶν πέραν
[Bas2+Const8.26.3]   τοῦ Αἵμου Βουλγαρικῶν κάστρων, ἀρχηγοὺς ἔχουσαν τὸν πατρίκιον
Θεοδωροκάνον καὶ Νικηφόρον πρωτοσπαθάριον τὸν Ξιφίαν, τήν τε
μεγάλην εἷλε Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν, καὶ ἀσινὴς
καὶ τροπαιοῦχος ἡ Ῥωμαϊκὴ ὑπενόστησε δύναμις.
[Bas2+Const8.27]   Τῷ δ' ἐπιόντι πάλιν ἔτει ἄπεισι κατὰ Βουλγαρίας ὁ βασιλεὺς
διὰ Θεσσαλονίκης, καὶ προσερρύη αὐτῷ Δοβρομηρὸς ὁ τῆς Βερροίας
κατάρχων,
ἐπ' ἀνεψιᾷ γαμβρὸς τοῦ Σαμουήλ,
παραδοὺς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἀνθύπατος τιμηθείς. ὁ δὲ τὰ
Σέρβια φυλάττων Νικόλαος,
ὁ δὲ τὰ Σέρβια φυλάττων Νικόλαος] ὁ δὲ τὴν Κολυδρὸν φυλάττων Δημήτριος ὁ Τειχω-
νᾶς, ἐπεὶ μὴ προεδίδου τὴν πόλιν, ἠξίωσε δὲ ἐκχωρηθῆναι, αὐτῷ τὰ σὺν τῷ περὶ αὐτὸν
στρατεύματα ὑπεκχώρησεν ὁ βασιλεύς. ἀφῆκε δ' αὐτὸν σὺν τῷ σὺν αὐτῷ στρατῷ
πρὸς τὸν Σαμουὴλ ἀφίξεσθαι. Νικόλαος δὲ ὁ τὰ Σέρβια φυλάττων,

ὃν Νικολιτζᾶν ὑποκοριζόμενοι διὰ τὸ βραχὺ τῆς ἡλικίας ἐκάλουν,
ἐκθύμως ἀντεῖχε καὶ τὴν ἐπενηνεγμένην αὐτῷ γεγηθότως ἐπέφερε πο-
λιορκίαν. φιλοτίμως δὲ τοῦ βασιλέως χρησαμένου αὐτῇ, ἑάλω τὸ φρούριον
καὶ αὐτὸς ὁ Νικολιτζᾶς. καὶ μετοικίσας ἐκεῖθεν τοὺς Βουλγάρους ὁ
βασιλεὺς Ῥωμαίους φυλάττειν ἐπέστησε. καὶ ταῦτα δράσας ἐπάνεισι
πρὸς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ τὸν Νικολιτζᾶν, ὃν καὶ
πατρικιότητι ἐτίμησεν. ἀλλ' ἀβεβαίου γνώμης οὗτος τυχών, ἐκεῖθεν
ἀποδράς, ἔλαθεν ἀνασωθεὶς πρὸς τὸν Σαμουήλ, καὶ μετ' αὐτοῦ ἐλθὼν
ἐπολιόρκει τὰ Σέρβια. ἀλλὰ πάλιν ὁ βασιλεὺς ὀξὺς ἐπιφανεὶς τὴν τῆς
πόλεως ἔλυσε πολιορκίαν, δρασμῷ χρησαμένου τοῦ Νικολιτζᾶ σὺν τῷ
Σαμουήλ. ἀλλ' οὐκ εἰς τέλος διέδρα ὁ ἄπιστος. λόχῳ γὰρ περιπεσὼν
Ῥωμαϊκῷ συνελήφθη, καὶ πρὸς τὸν βασιλέα δέσμιος ἀχθεὶς εἰς φυλακὴν
ἐνεβλήθη ἐν Κωνσταντινουπόλει πεμφθείς. ὁ δὲ βασιλεὺς εἰσελθὼν εἰς
Θετταλίαν τὰ ἐν αὐτῇ φρούρια ἤδη παρὰ τοῦ Σαμουὴλ κατασκαφέντα
ἀνωρθώσατο, καὶ τὰ παρὰ τῶν Βουλγάρων κατεχόμενα ἐκπολιορκήσας
τοὺς μὲν Βουλγάρους ἐς τὸν λεγόμενον μετῴκισε Βολερόν, φρουρὰν δὲ
ἐν πᾶσι καταλιπὼν ἀξιόμαχον ἐπανῆλθεν εἰς τὰ λεγόμενα Βοδινά. φρού-
ριον δὲ τὰ Βοδινὰ ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι' ἧς καταρρεῖ τὸ
τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ, ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς κἀκεῖσε
πάλιν ἀναδυόμενον. καὶ ἐπεὶ μὴ ἑκουσίως παρεδίδοσαν ἑαυτοὺς οἱ ἔν-
δον, πολιορκίᾳ τοῦτο κατέσχε. καὶ τούτους ὁμοίως εἰς τὸν Βολερὸν
ἀποικίσας, φρουρᾷ δὲ τοῦτο ὀχυρωσάμενος ἀξιολόγῳ, ἐπάνεισιν εἰς
Θεσσαλονίκην.
 (...)

[Bas2+Const8.43]   Τότε καὶ Νικολιτζᾶς, ὁ πολλάκις ληφθεὶς καὶ πολλάκις ἀφεθείς, ἔν
τισιν ὄρεσι κρυπτόμενος, ὡς ἐπέμφθη δύναμις κατ' αὐτοῦ καὶ τῶν οἱ
συνόντων οἱ μὲν προσεχώρησαν ἐθελοντί, οἱ δὲ καὶ ἡλίσκοντο, αὐτόμολος
κάτεισιν εἰς τὸ στρατόπεδον καὶ τῇ χειρὶ κρούσας τὴν θύραν προσήγγει-
λεν ἑαυτόν, ὅστις εἴη, καὶ ὅτι παραδίδωσιν ἑκουσίως τὸ σῶμα τῷ βασιλεῖ.
ἀλλὰ τοῦτον μὲν ὁ βασιλεὺς οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀλλ' εἰς Θεσσαλονίκην
ἐξέπεμψε φρουρεῖσθαι κελεύσας. αὐτὸς δὲ τὰ τοῦ Δυρραχίου καὶ Κολωνείας
καὶ Δρυϊνουπόλεως, ὥς πῃ ἐδόκει αὐτῷ βέλτιστα, καταστησάμενος, καὶ
φύλακας τοῖς θέμασι καὶ στρατηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων
Ῥωμαίων τοὺς βουλομένους κατὰ χώραν μένειν κελεύσας, τοὺς δὲ λοιποὺς
ἕπεσθαι προστάξας,
καὶ τῶν ἁλόντων ποτὲ στρατιωτῶν· ἦσαν γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων καὶ Ἀρμενίων
ἔν τε Πελαγονίᾳ καὶ Πρέσπᾳ καὶ τῇ Ἀχρίδι ὑπὸ Σαμουὴλ κατῳκισάμενοι, ὧν ἐπιση-
μότατοι οἱ Βασιλείου τοῦ Ἀποκαπ' παῖδες Γρηγορᾶς καὶ (sequ. lac. unius vocis)

ἦλθεν εἰς Καστορίαν. ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σαμουήλ,
αἵτινες θεασάμεναι
θεασάμεναι-διαχειρισόμεναι] πυθόμεναι τὴν τιμήν, ἣν τετίμηται Μαρία ἡ τοῦ Βλαδισθλά-
βου σύζυγος, ἠπείλησαν αὐτὴν διαχειρίσασθαι

τὴν Ἰωάννου γυναῖκα παρισταμένην τῷ βασιλεῖ ὥρμησαν κατ' αὐτῆς
ὡς διαχειρισόμεναι Μαρίαν. ἀλλὰ ταύταις μὲν ὁ βασιλεὺς τὸν θυμὸν
κατεκοίμισεν, ὑποσχόμενος τιμῆσαι καὶ ὑπερπλουτίσαι αὐτάς, τὴν δὲ
Μαρίαν τῷ τῆς ζωστῆς πατρικίου ἀξιώματι τιμήσας εἰς τὴν βασιλίδα
μετὰ τῶν υἱῶν ἐκπέμπει.
καὶ τῶν συγγενῶν ἁπάντων σὺν τῷ τοῦ Σαμουὴλ νοθογενεῖ βραχυτάτῳ.
καθαιρεῖ δὲ καὶ τὰ ἐν Σερβίοις καὶ τῷ Σωσκῷ φρούρια πάντα διὰ τοῦ
Ξιφίου καὶ εἰς ἔδαφος καταστρέφει. καὶ εἰς τὸ φρούριον Σταγοὺς ἔρχεται,
ἔνθα κατέλαβεν ὁ τῶν Βελεγράδων ἄρχων μετὰ δουλικοῦ τοῦ σχήματος
Ἐλεμάγος
ἄρχων-Ἐλεμάγος] ἄρχων Ἐλίναγος ὁ Φραντζὴς μετὰ δουλικοῦ τοῦ σχήματος
μετὰ τῶν συναρχόντων αὐτοῦ.
τὰ δὲ Βελάγραδα φρούριον δύσβατον καὶ τοῖς ἐχθροῖς ἀνεπίβατον. πρὸς μεσημβρίαν
γὰρ κρημνοῖς στεφανοῦται, ἐν οἷς καὶ ποταμὸς ῥεῖ· Ἀσῶνα κλῆσις αὐτῷ. καὶ μία εἴσοδός
ἐστι τῷ φρουρίῳ. ἀλλὰ δὴ καὶ τῆς Ῥάκοβας ὁ κρατῶν εἰς τὸν βασιλέα κατέλαβεν.

ἐκεῖθεν ἄρας ἄπεισιν εἰς Ἀθήνας. ἐν δὲ τῷ διϊέναι τὸ Ζητούνιον τὰ ὀστᾶ
τῶν πεσόντων ἐκεῖσε Βουλγάρων, ὁπηνίκα ὁ μάγιστρος Νικηφόρος ὁ
Οὐρανὸς τὸν Σαμουὴλ ἐτρέψατο, θεασάμενος ἐθαύμασεν. ὑπερηγάσθη
δὲ καὶ τὸ ἐν Θερμοπύλαις γενόμενον τεῖχος, ὃ Σκέλος ἄρτι κατονομάζεται,
εἰς ἀποτροπὴν τῶν Βουλγάρων παρὰ τοῦ Ῥουπενίου. ἐν Ἀθήναις δὲ
γενόμενος, καὶ τῇ θεοτόκῳ τὰ τῆς νίκης εὐχαριστήρια δοὺς καὶ ἀναθήμασι
λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντι-
νούπολιν.

Όλο το κείμενο στο πρωτότυπο εδώ 

Άλλες μεσαιωνικές  αναφορές  για τα Σέρβια εδώ 

Αναπαρασταση του μεσαιωνικού κάστρου εδώ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...