|
στίχοι ἐπιτάφιοι εἰς τὸν τάφον κυροῦ
|
|
Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ βασιλέως.
|
|
ἄλλοι μὲν ἄλλῃ τῶν πάλαι βασιλέων
|
|
αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους,
|
|
5
|
ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος,
|
|
ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου
|
|
καὶ σαββατίζω τῶν ἀμετρήτων πόνων
|
|
οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν·
|
|
οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ,
|
|
10
|
ἀφ’ οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με
|
|
αὐτοκράτορα γῆς, μέγαν βασιλέα·
|
|
ἀλλ’ ἀγρυπνῶν ἅπαντα τὸν ζωῆς χρόνον
|
|
Ῥώμης τὰ τέκνα τῆς Νέας ἐρυόμην
|
|
ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν,
|
|
15
|
ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω,
|
|
ἱστῶν τρόπαια πανταχοῦ γῆς μυρία·
|
|
καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι,
|
|
σὺν οἷς Ἀβασγός, Ἰσμαήλ, Ἄραψ, Ἴβηρ·
|
|
καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον
|
|
20
|
εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας. | | |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου