Παρασκευή, Μαρτίου 20, 2009

Σήμερα οι Γ΄Χαιρετισμοί

Σήμερα θα ψαλλούν σε όλους τους Ναούς οι Χαιρετισμοί στη Θεοτόκο και η Γ΄Στάση

Νέαν ἔδειξε κτίσιν, ἐμπανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες:

Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,

χαῖρε, τὸ στέφος της ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,

χαῖρε, των Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τέφονται πιστοί,

χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὐ σκέπτοναι πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,

χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,

χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολή των γυμνῶν παρρησίας,

χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄντρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας: Ἀλληλούϊα.

Ἀλληλούϊα.



Ὅλος ἦν ἐν τοῖς κάτω, καί των ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος; συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε; καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα:

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα;

χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, των ἀπίστων ἀμφίβολον ἄκουσμα;

χαῖρε, των πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον του ἐπί των Χερουβείμ;

χαῖρε, οἴκημα πανάριστον του ἐπί των Σεραφείμ.

Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα;

χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.

Χαῖρε, δι' ἧς ἐλύθη παράβασις;

χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλείς της Χριστοῦ βασιλείας;

χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως; Ἀλληλούϊα.

Ἀλληλούϊα.



Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε; ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα;

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ;

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.

Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα;

χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα;

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι;

χαῖρε, λιμήν του βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Σῶσαι θέλων τὸν κόσμον ὁ των ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος; ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει; Ἀλληλούϊα.

Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...